1
αλληλουια αγγαιου και ζαχαριου αινειτε τον κυριον εκ των ουρανων αινειτε αυτον εν τοις υψιστοις
2
αινειτε αυτον παντες οι αγγελοι αυτου αινειτε αυτον πασαι αι δυναμεις αυτου
3
αινειτε αυτον ηλιος και σεληνη αινειτε αυτον παντα τα αστρα και το φως
4
αινειτε αυτον οι ουρανοι των ουρανων και το υδωρ το υπερανω των ουρανων
5
αινεσατωσαν το ονομα κυριου οτι αυτος ειπεν και εγενηθησαν αυτος ενετειλατο και εκτισθησαν
6
εστησεν αυτα εις τον αιωνα και εις τον αιωνα του αιωνος προσταγμα εθετο και ου παρελευσεται
7
αινειτε τον κυριον εκ της γης δρακοντες και πασαι αβυσσοι
8
πυρ χαλαζα χιων κρυσταλλος πνευμα καταιγιδος τα ποιουντα τον λογον αυτου
9
τα ορη και παντες οι βουνοι ξυλα καρποφορα και πασαι κεδροι
10
τα θηρια και παντα τα κτηνη ερπετα και πετεινα πτερωτα
11
βασιλεις της γης και παντες λαοι αρχοντες και παντες κριται γης
12
νεανισκοι και παρθενοι πρεσβυται μετα νεωτερων
13
αινεσατωσαν το ονομα κυριου οτι υψωθη το ονομα αυτου μονου η εξομολογησις αυτου επι γης και ουρανου
14
και υψωσει κερας λαου αυτου υμνος πασι τοις οσιοις αυτου τοις υιοις ισραηλ λαω εγγιζοντι αυτω