1
αλληλουια ασατε τω κυριω ασμα καινον η αινεσις αυτου εν εκκλησια οσιων
2
ευφρανθητω ισραηλ επι τω ποιησαντι αυτον και υιοι σιων αγαλλιασθωσαν επι τω βασιλει αυτων
3
αινεσατωσαν το ονομα αυτου εν χορω εν τυμπανω και ψαλτηριω ψαλατωσαν αυτω
4
οτι ευδοκει κυριος εν λαω αυτου και υψωσει πραεις εν σωτηρια
5
καυχησονται οσιοι εν δοξη και αγαλλιασονται επι των κοιτων αυτων
6
αι υψωσεις του θεου εν τω λαρυγγι αυτων και ρομφαιαι διστομοι εν ταις χερσιν αυτων
7
του ποιησαι εκδικησιν εν τοις εθνεσιν ελεγμους εν τοις λαοις
8
του δησαι τους βασιλεις αυτων εν πεδαις και τους ενδοξους αυτων εν χειροπεδαις σιδηραις
9
του ποιησαι εν αυτοις κριμα εγγραπτον δοξα αυτη εστιν πασι τοις οσιοις αυτου