1
αλληλουια αινειτε τον θεον εν τοις αγιοις αυτου αινειτε αυτον εν στερεωματι δυναμεως αυτου
2
αινειτε αυτον επι ταις δυναστειαις αυτου αινειτε αυτον κατα το πληθος της μεγαλωσυνης αυτου
3
αινειτε αυτον εν ηχω σαλπιγγος αινειτε αυτον εν ψαλτηριω και κιθαρα
4
αινειτε αυτον εν τυμπανω και χορω αινειτε αυτον εν χορδαις και οργανω
5
αινειτε αυτον εν κυμβαλοις ευηχοις αινειτε αυτον εν κυμβαλοις αλαλαγμου
6
πασα πνοη αινεσατω τον κυριον αλληλουια