1
ουτος ο ψαλμος ιδιογραφος εις δαυιδ και εξωθεν του αριθμου οτε εμονομαχησεν τω γολιαδ μικρος ημην εν τοις αδελφοις μου και νεωτερος εν τω οικω του πατρος μου εποιμαινον τα προβατα του πατρος μου
2
αι χειρες μου εποιησαν οργανον οι δακτυλοι μου ηρμοσαν ψαλτηριον
3
και τις αναγγελει τω κυριω μου αυτος κυριος αυτος εισακουει
4
αυτος εξαπεστειλεν τον αγγελον αυτου και ηρεν με εκ των προβατων του πατρος μου και εχρισεν με εν τω ελαιω της χρισεως αυτου
5
οι αδελφοι μου καλοι και μεγαλοι και ουκ ευδοκησεν εν αυτοις κυριος
6
εξηλθον εις συναντησιν τω αλλοφυλω και επικατηρασατο με εν τοις ειδωλοις αυτου
7
εγω δε σπασαμενος την παρ' αυτου μαχαιραν απεκεφαλισα αυτον και ηρα ονειδος εξ υιων ισραηλ .