1
εις το τελος ψαλμος τω δαυιδ
2
κυριε εν τη δυναμει σου ευφρανθησεται ο βασιλευς και επι τω σωτηριω σου αγαλλιασεται σφοδρα
3
την επιθυμιαν της ψυχης αυτου εδωκας αυτω και την θελησιν των χειλεων αυτου ουκ εστερησας αυτον διαψαλμα
4
οτι προεφθασας αυτον εν ευλογιαις χρηστοτητος εθηκας επι την κεφαλην αυτου στεφανον εκ λιθου τιμιου
5
ζωην ητησατο σε και εδωκας αυτω μακροτητα ημερων εις αιωνα αιωνος
6
μεγαλη η δοξα αυτου εν τω σωτηριω σου δοξαν και μεγαλοπρεπειαν επιθησεις επ' αυτον
7
οτι δωσεις αυτω ευλογιαν εις αιωνα αιωνος ευφρανεις αυτον εν χαρα μετα του προσωπου σου
8
οτι ο βασιλευς ελπιζει επι κυριον και εν τω ελεει του υψιστου ου μη σαλευθη
9
ευρεθειη η χειρ σου πασιν τοις εχθροις σου η δεξια σου ευροι παντας τους μισουντας σε
10
θησεις αυτους ως κλιβανον πυρος εις καιρον του προσωπου σου κυριος εν οργη αυτου συνταραξει αυτους και καταφαγεται αυτους πυρ
11
τον καρπον αυτων απο γης απολεις και το σπερμα αυτων απο υιων ανθρωπων
12
οτι εκλιναν εις σε κακα διελογισαντο βουλην ην ου μη δυνωνται στησαι
13
οτι θησεις αυτους νωτον εν τοις περιλοιποις σου ετοιμασεις το προσωπον αυτων
14
υψωθητι κυριε εν τη δυναμει σου ασομεν και ψαλουμεν τας δυναστειας σου