1
του δαυιδ προς σε κυριε εκεκραξα ο θεος μου μη παρασιωπησης απ' εμου μηποτε παρασιωπησης απ' εμου και ομοιωθησομαι τοις καταβαινουσιν εις λακκον
2
εισακουσον της φωνης της δεησεως μου εν τω δεεσθαι με προς σε εν τω με αιρειν χειρας μου προς ναον αγιον σου
3
μη συνελκυσης μετα αμαρτωλων την ψυχην μου και μετα εργαζομενων αδικιαν μη συναπολεσης με των λαλουντων ειρηνην μετα των πλησιον αυτων κακα δε εν ταις καρδιαις αυτων
4
δος αυτοις κατα τα εργα αυτων και κατα την πονηριαν των επιτηδευματων αυτων κατα τα εργα των χειρων αυτων δος αυτοις αποδος το ανταποδομα αυτων αυτοις
5
οτι ου συνηκαν εις τα εργα κυριου και εις τα εργα των χειρων αυτου καθελεις αυτους και ου μη οικοδομησεις αυτους
6
ευλογητος κυριος οτι εισηκουσεν της φωνης της δεησεως μου
7
κυριος βοηθος μου και υπερασπιστης μου επ' αυτω ηλπισεν η καρδια μου και εβοηθηθην και ανεθαλεν η σαρξ μου και εκ θεληματος μου εξομολογησομαι αυτω
8
κυριος κραταιωμα του λαου αυτου και υπερασπιστης των σωτηριων του χριστου αυτου εστιν
9
σωσον τον λαον σου και ευλογησον την κληρονομιαν σου και ποιμανον αυτους και επαρον αυτους εως του αιωνος