1
τω δαυιδ συνεσεως μακαριοι ων αφεθησαν αι ανομιαι και ων επεκαλυφθησαν αι αμαρτιαι
2
μακαριος ανηρ ου ου μη λογισηται κυριος αμαρτιαν ουδε εστιν εν τω στοματι αυτου δολος
3
οτι εσιγησα επαλαιωθη τα οστα μου απο του κραζειν με ολην την ημεραν
4
οτι ημερας και νυκτος εβαρυνθη επ' εμε η χειρ σου εστραφην εις ταλαιπωριαν εν τω εμπαγηναι ακανθαν διαψαλμα
5
την αμαρτιαν μου εγνωρισα και την ανομιαν μου ουκ εκαλυψα ειπα εξαγορευσω κατ' εμου την ανομιαν μου τω κυριω και συ αφηκας την ασεβειαν της αμαρτιας μου διαψαλμα
6
υπερ ταυτης προσευξεται πας οσιος προς σε εν καιρω ευθετω πλην εν κατακλυσμω υδατων πολλων προς αυτον ουκ εγγιουσιν
7
συ μου ει καταφυγη απο θλιψεως της περιεχουσης με το αγαλλιαμα μου λυτρωσαι με απο των κυκλωσαντων με διαψαλμα
8
συνετιω σε και συμβιβω σε εν οδω ταυτη η πορευση επιστηριω επι σε τους οφθαλμους μου
9
μη γινεσθε ως ιππος και ημιονος οις ουκ εστιν συνεσις εν χαλινω και κημω τας σιαγονας αυτων αγξαι των μη εγγιζοντων προς σε
10
πολλαι αι μαστιγες του αμαρτωλου τον δε ελπιζοντα επι κυριον ελεος κυκλωσει
11
ευφρανθητε επι κυριον και αγαλλιασθε δικαιοι και καυχασθε παντες οι ευθεις τη καρδια