1
τω δαυιδ οποτε ηλλοιωσεν το προσωπον αυτου εναντιον αβιμελεχ και απελυσεν αυτον και απηλθεν
2
ευλογησω τον κυριον εν παντι καιρω δια παντος η αινεσις αυτου εν τω στοματι μου
3
εν τω κυριω επαινεσθησεται η ψυχη μου ακουσατωσαν πραεις και ευφρανθητωσαν
4
μεγαλυνατε τον κυριον συν εμοι και υψωσωμεν το ονομα αυτου επι το αυτο
5
εξεζητησα τον κυριον και επηκουσεν μου και εκ πασων των παροικιων μου ερρυσατο με
6
προσελθατε προς αυτον και φωτισθητε και τα προσωπα υμων ου μη καταισχυνθη
7
ουτος ο πτωχος εκεκραξεν και ο κυριος εισηκουσεν αυτου και εκ πασων των θλιψεων αυτου εσωσεν αυτον
8
παρεμβαλει αγγελος κυριου κυκλω των φοβουμενων αυτον και ρυσεται αυτους
9
γευσασθε και ιδετε οτι χρηστος ο κυριος μακαριος ανηρ ος ελπιζει επ' αυτον
10
φοβηθητε τον κυριον οι αγιοι αυτου οτι ουκ εστιν υστερημα τοις φοβουμενοις αυτον
11
πλουσιοι επτωχευσαν και επεινασαν οι δε εκζητουντες τον κυριον ουκ ελαττωθησονται παντος αγαθου διαψαλμα
12
δευτε τεκνα ακουσατε μου φοβον κυριου διδαξω υμας
13
τις εστιν ανθρωπος ο θελων ζωην αγαπων ημερας ιδειν αγαθας
14
παυσον την γλωσσαν σου απο κακου και χειλη σου του μη λαλησαι δολον
15
εκκλινον απο κακου και ποιησον αγαθον ζητησον ειρηνην και διωξον αυτην
16
οφθαλμοι κυριου επι δικαιους και ωτα αυτου εις δεησιν αυτων
17
προσωπον δε κυριου επι ποιουντας κακα του εξολεθρευσαι εκ γης το μνημοσυνον αυτων
18
εκεκραξαν οι δικαιοι και ο κυριος εισηκουσεν αυτων και εκ πασων των θλιψεων αυτων ερρυσατο αυτους
19
εγγυς κυριος τοις συντετριμμενοις την καρδιαν και τους ταπεινους τω πνευματι σωσει
20
πολλαι αι θλιψεις των δικαιων και εκ πασων αυτων ρυσεται αυτους
21
κυριος φυλασσει παντα τα οστα αυτων εν εξ αυτων ου συντριβησεται
22
θανατος αμαρτωλων πονηρος και οι μισουντες τον δικαιον πλημμελησουσιν
23
λυτρωσεται κυριος ψυχας δουλων αυτου και ου μη πλημμελησωσιν παντες οι ελπιζοντες επ' αυτον