1
ψαλμος τω δαυιδ κρινον με ο θεος και δικασον την δικην μου εξ εθνους ουχ οσιου απο ανθρωπου αδικου και δολιου ρυσαι με
2
οτι συ ει ο θεος κραταιωμα μου ινα τι απωσω με και ινα τι σκυθρωπαζων πορευομαι εν τω εκθλιβειν τον εχθρον μου
3
εξαποστειλον το φως σου και την αληθειαν σου αυτα με ωδηγησαν και ηγαγον με εις ορος αγιον σου και εις τα σκηνωματα σου
4
και εισελευσομαι προς το θυσιαστηριον του θεου προς τον θεον τον ευφραινοντα την νεοτητα μου εξομολογησομαι σοι εν κιθαρα ο θεος ο θεος μου
5
ινα τι περιλυπος ει ψυχη και ινα τι συνταρασσεις με ελπισον επι τον θεον οτι εξομολογησομαι αυτω σωτηριον του προσωπου μου ο θεος μου