1
εις το τελος υπερ των αλλοιωθησομενων τοις υιοις κορε εις συνεσιν ωδη υπερ του αγαπητου
2
εξηρευξατο η καρδια μου λογον αγαθον λεγω εγω τα εργα μου τω βασιλει η γλωσσα μου καλαμος γραμματεως οξυγραφου
3
ωραιος καλλει παρα τους υιους των ανθρωπων εξεχυθη χαρις εν χειλεσιν σου δια τουτο ευλογησεν σε ο θεος εις τον αιωνα
4
περιζωσαι την ρομφαιαν σου επι τον μηρον σου δυνατε τη ωραιοτητι σου και τω καλλει σου
5
και εντεινον και κατευοδου και βασιλευε ενεκεν αληθειας και πραυτητος και δικαιοσυνης και οδηγησει σε θαυμαστως η δεξια σου
6
τα βελη σου ηκονημενα δυνατε λαοι υποκατω σου πεσουνται εν καρδια των εχθρων του βασιλεως
7
ο θρονος σου ο θεος εις τον αιωνα του αιωνος ραβδος ευθυτητος η ραβδος της βασιλειας σου
8
ηγαπησας δικαιοσυνην και εμισησας ανομιαν δια τουτο εχρισεν σε ο θεος ο θεος σου ελαιον αγαλλιασεως παρα τους μετοχους σου
9
σμυρνα και στακτη και κασια απο των ιματιων σου απο βαρεων ελεφαντινων εξ ων ηυφραναν σε
10
θυγατερες βασιλεων εν τη τιμη σου παρεστη η βασιλισσα εκ δεξιων σου εν ιματισμω διαχρυσω περιβεβλημενη πεποικιλμενη
11
ακουσον θυγατερ και ιδε και κλινον το ους σου και επιλαθου του λαου σου και του οικου του πατρος σου
12
οτι επεθυμησεν ο βασιλευς του καλλους σου οτι αυτος εστιν ο κυριος σου
13
και προσκυνησουσιν αυτω θυγατερες τυρου εν δωροις το προσωπον σου λιτανευσουσιν οι πλουσιοι του λαου
14
πασα η δοξα αυτης θυγατρος βασιλεως εσωθεν εν κροσσωτοις χρυσοις περιβεβλημενη πεποικιλμενη
15
απενεχθησονται τω βασιλει παρθενοι οπισω αυτης αι πλησιον αυτης απενεχθησονται σοι
16
απενεχθησονται εν ευφροσυνη και αγαλλιασει αχθησονται εις ναον βασιλεως
17
αντι των πατερων σου εγενηθησαν σοι υιοι καταστησεις αυτους αρχοντας επι πασαν την γην
18
μνησθησονται του ονοματος σου εν παση γενεα και γενεα δια τουτο λαοι εξομολογησονται σοι εις τον αιωνα και εις τον αιωνα του αιωνος