1
εις το τελος υπερ των υιων κορε υπερ των κρυφιων ψαλμος
2
ο θεος ημων καταφυγη και δυναμις βοηθος εν θλιψεσιν ταις ευρουσαις ημας σφοδρα
3
δια τουτο ου φοβηθησομεθα εν τω ταρασσεσθαι την γην και μετατιθεσθαι ορη εν καρδιαις θαλασσων
4
ηχησαν και εταραχθησαν τα υδατα αυτων εταραχθησαν τα ορη εν τη κραταιοτητι αυτου διαψαλμα
5
του ποταμου τα ορμηματα ευφραινουσιν την πολιν του θεου ηγιασεν το σκηνωμα αυτου ο υψιστος
6
ο θεος εν μεσω αυτης ου σαλευθησεται βοηθησει αυτη ο θεος το προς πρωι
7
εταραχθησαν εθνη εκλιναν βασιλειαι εδωκεν φωνην αυτου εσαλευθη η γη
8
κυριος των δυναμεων μεθ' ημων αντιλημπτωρ ημων ο θεος ιακωβ διαψαλμα
9
δευτε ιδετε τα εργα κυριου α εθετο τερατα επι της γης
10
ανταναιρων πολεμους μεχρι των περατων της γης τοξον συντριψει και συγκλασει οπλον και θυρεους κατακαυσει εν πυρι
11
σχολασατε και γνωτε οτι εγω ειμι ο θεος υψωθησομαι εν τοις εθνεσιν υψωθησομαι εν τη γη
12
κυριος των δυναμεων μεθ' ημων αντιλημπτωρ ημων ο θεος ιακωβ