1
εις το τελος υπερ των υιων κορε ψαλμος
2
παντα τα εθνη κροτησατε χειρας αλαλαξατε τω θεω εν φωνη αγαλλιασεως
3
οτι κυριος υψιστος φοβερος βασιλευς μεγας επι πασαν την γην
4
υπεταξεν λαους ημιν και εθνη υπο τους ποδας ημων
5
εξελεξατο ημιν την κληρονομιαν αυτου την καλλονην ιακωβ ην ηγαπησεν διαψαλμα
6
ανεβη ο θεος εν αλαλαγμω κυριος εν φωνη σαλπιγγος
7
ψαλατε τω θεω ημων ψαλατε ψαλατε τω βασιλει ημων ψαλατε
8
οτι βασιλευς πασης της γης ο θεος ψαλατε συνετως
9
εβασιλευσεν ο θεος επι τα εθνη ο θεος καθηται επι θρονου αγιου αυτου
10
αρχοντες λαων συνηχθησαν μετα του θεου αβρααμ οτι του θεου οι κραταιοι της γης σφοδρα επηρθησαν