1
εις το τελος τοις υιοις κορε ψαλμος
2
ακουσατε ταυτα παντα τα εθνη ενωτισασθε παντες οι κατοικουντες την οικουμενην
3
οι τε γηγενεις και οι υιοι των ανθρωπων επι το αυτο πλουσιος και πενης
4
το στομα μου λαλησει σοφιαν και η μελετη της καρδιας μου συνεσιν
5
κλινω εις παραβολην το ους μου ανοιξω εν ψαλτηριω το προβλημα μου
6
ινα τι φοβουμαι εν ημερα πονηρα η ανομια της πτερνης μου κυκλωσει με
7
οι πεποιθοτες επι τη δυναμει αυτων και επι τω πληθει του πλουτου αυτων καυχωμενοι
8
αδελφος ου λυτρουται λυτρωσεται ανθρωπος ου δωσει τω θεω εξιλασμα αυτου
9
και την τιμην της λυτρωσεως της ψυχης αυτου
10
και εκοπασεν εις τον αιωνα και ζησεται εις τελος οτι ουκ οψεται καταφθοραν οταν ιδη σοφους αποθνησκοντας
11
επι το αυτο αφρων και ανους απολουνται και καταλειψουσιν αλλοτριοις τον πλουτον αυτων
12
και οι ταφοι αυτων οικιαι αυτων εις τον αιωνα σκηνωματα αυτων εις γενεαν και γενεαν επεκαλεσαντο τα ονοματα αυτων επι των γαιων αυτων
13
και ανθρωπος εν τιμη ων ου συνηκεν παρασυνεβληθη τοις κτηνεσιν τοις ανοητοις και ωμοιωθη αυτοις
14
αυτη η οδος αυτων σκανδαλον αυτοις και μετα ταυτα εν τω στοματι αυτων ευδοκησουσιν διαψαλμα
15
ως προβατα εν αδη εθεντο θανατος ποιμαινει αυτους και κατακυριευσουσιν αυτων οι ευθεις το πρωι και η βοηθεια αυτων παλαιωθησεται εν τω αδη εκ της δοξης αυτων
16
πλην ο θεος λυτρωσεται την ψυχην μου εκ χειρος αδου οταν λαμβανη με διαψαλμα
17
μη φοβου οταν πλουτηση ανθρωπος και οταν πληθυνθη η δοξα του οικου αυτου
18
οτι ουκ εν τω αποθνησκειν αυτον λημψεται τα παντα ουδε συγκαταβησεται αυτω η δοξα αυτου
19
οτι η ψυχη αυτου εν τη ζωη αυτου ευλογηθησεται εξομολογησεται σοι οταν αγαθυνης αυτω
20
εισελευσεται εως γενεας πατερων αυτου εως αιωνος ουκ οψεται φως
21
ανθρωπος εν τιμη ων ου συνηκεν παρασυνεβληθη τοις κτηνεσιν τοις ανοητοις και ωμοιωθη αυτοις