1
ψαλμος τω ασαφ θεος θεων κυριος ελαλησεν και εκαλεσεν την γην απο ανατολων ηλιου και μεχρι δυσμων
2
εκ σιων η ευπρεπεια της ωραιοτητος αυτου ο θεος εμφανως ηξει
3
ο θεος ημων και ου παρασιωπησεται πυρ εναντιον αυτου καυθησεται και κυκλω αυτου καταιγις σφοδρα
4
προσκαλεσεται τον ουρανον ανω και την γην διακριναι τον λαον αυτου
5
συναγαγετε αυτω τους οσιους αυτου τους διατιθεμενους την διαθηκην αυτου επι θυσιαις
6
και αναγγελουσιν οι ουρανοι την δικαιοσυνην αυτου οτι ο θεος κριτης εστιν διαψαλμα
7
ακουσον λαος μου και λαλησω σοι ισραηλ και διαμαρτυρομαι σοι ο θεος ο θεος σου ειμι εγω
8
ουκ επι ταις θυσιαις σου ελεγξω σε τα δε ολοκαυτωματα σου ενωπιον μου εστιν δια παντος
9
ου δεξομαι εκ του οικου σου μοσχους ουδε εκ των ποιμνιων σου χιμαρους
10
οτι εμα εστιν παντα τα θηρια του δρυμου κτηνη εν τοις ορεσιν και βοες
11
εγνωκα παντα τα πετεινα του ουρανου και ωραιοτης αγρου μετ' εμου εστιν
12
εαν πεινασω ου μη σοι ειπω εμη γαρ εστιν η οικουμενη και το πληρωμα αυτης
13
μη φαγομαι κρεα ταυρων η αιμα τραγων πιομαι
14
θυσον τω θεω θυσιαν αινεσεως και αποδος τω υψιστω τας ευχας σου
15
και επικαλεσαι με εν ημερα θλιψεως και εξελουμαι σε και δοξασεις με διαψαλμα
16
τω δε αμαρτωλω ειπεν ο θεος ινα τι συ διηγη τα δικαιωματα μου και αναλαμβανεις την διαθηκην μου δια στοματος σου
17
συ δε εμισησας παιδειαν και εξεβαλες τους λογους μου εις τα οπισω
18
ει εθεωρεις κλεπτην συνετρεχες αυτω και μετα μοιχων την μεριδα σου ετιθεις
19
το στομα σου επλεονασεν κακιαν και η γλωσσα σου περιεπλεκεν δολιοτητα
20
καθημενος κατα του αδελφου σου κατελαλεις και κατα του υιου της μητρος σου ετιθεις σκανδαλον
21
ταυτα εποιησας και εσιγησα υπελαβες ανομιαν οτι εσομαι σοι ομοιος ελεγξω σε και παραστησω κατα προσωπον σου
22
συνετε δη ταυτα οι επιλανθανομενοι του θεου μηποτε αρπαση και μη η ο ρυομενος
23
θυσια αινεσεως δοξασει με και εκει οδος η δειξω αυτω το σωτηριον του θεου