1
εις το τελος εν υμνοις συνεσεως τω δαυιδ
2
ενωτισαι ο θεος την προσευχην μου και μη υπεριδης την δεησιν μου
3
προσχες μοι και εισακουσον μου ελυπηθην εν τη αδολεσχια μου και εταραχθην
4
απο φωνης εχθρου και απο θλιψεως αμαρτωλου οτι εξεκλιναν επ' εμε ανομιαν και εν οργη ενεκοτουν μοι
5
η καρδια μου εταραχθη εν εμοι και δειλια θανατου επεπεσεν επ' εμε
6
φοβος και τρομος ηλθεν επ' εμε και εκαλυψεν με σκοτος
7
και ειπα τις δωσει μοι πτερυγας ωσει περιστερας και πετασθησομαι και καταπαυσω
8
ιδου εμακρυνα φυγαδευων και ηυλισθην εν τη ερημω διαψαλμα
9
προσεδεχομην τον σωζοντα με απο ολιγοψυχιας και καταιγιδος
10
καταποντισον κυριε και καταδιελε τας γλωσσας αυτων οτι ειδον ανομιαν και αντιλογιαν εν τη πολει
11
ημερας και νυκτος κυκλωσει αυτην επι τα τειχη αυτης ανομια και κοπος εν μεσω αυτης και αδικια
12
και ουκ εξελιπεν εκ των πλατειων αυτης τοκος και δολος
13
οτι ει εχθρος ωνειδισεν με υπηνεγκα αν και ει ο μισων με επ' εμε εμεγαλορρημονησεν εκρυβην αν απ' αυτου
14
συ δε ανθρωπε ισοψυχε ηγεμων μου και γνωστε μου
15
ος επι το αυτο μοι εγλυκανας εδεσματα εν τω οικω του θεου επορευθημεν εν ομονοια
16
ελθετω θανατος επ' αυτους και καταβητωσαν εις αδου ζωντες οτι πονηριαι εν ταις παροικιαις αυτων εν μεσω αυτων
17
εγω δε προς τον θεον εκεκραξα και ο κυριος εισηκουσεν μου
18
εσπερας και πρωι και μεσημβριας διηγησομαι απαγγελω και εισακουσεται της φωνης μου
19
λυτρωσεται εν ειρηνη την ψυχην μου απο των εγγιζοντων μοι οτι εν πολλοις ησαν συν εμοι
20
εισακουσεται ο θεος και ταπεινωσει αυτους ο υπαρχων προ των αιωνων διαψαλμα ου γαρ εστιν αυτοις ανταλλαγμα και ουκ εφοβηθησαν τον θεον
21
εξετεινεν την χειρα αυτου εν τω αποδιδοναι εβεβηλωσαν την διαθηκην αυτου
22
διεμερισθησαν απο οργης του προσωπου αυτου και ηγγισεν η καρδια αυτου ηπαλυνθησαν οι λογοι αυτου υπερ ελαιον και αυτοι εισιν βολιδες
23
επιρριψον επι κυριον την μεριμναν σου και αυτος σε διαθρεψει ου δωσει εις τον αιωνα σαλον τω δικαιω
24
συ δε ο θεος καταξεις αυτους εις φρεαρ διαφθορας ανδρες αιματων και δολιοτητος ου μη ημισευσωσιν τας ημερας αυτων εγω δε ελπιω επι σε κυριε