1
εις το τελος υπερ του λαου του απο των αγιων μεμακρυμμενου τω δαυιδ εις στηλογραφιαν οποτε εκρατησαν αυτον οι αλλοφυλοι εν γεθ
2
ελεησον με κυριε οτι κατεπατησεν με ανθρωπος ολην την ημεραν πολεμων εθλιψεν με
3
κατεπατησαν με οι εχθροι μου ολην την ημεραν οτι πολλοι οι πολεμουντες με απο υψους
4
ημερας φοβηθησομαι εγω δε επι σοι ελπιω
5
εν τω θεω επαινεσω τους λογους μου ολην την ημεραν επι τω θεω ηλπισα ου φοβηθησομαι τι ποιησει μοι σαρξ
6
ολην την ημεραν τους λογους μου εβδελυσσοντο κατ' εμου παντες οι διαλογισμοι αυτων εις κακον
7
παροικησουσιν και κατακρυψουσιν αυτοι την πτερναν μου φυλαξουσιν καθαπερ υπεμειναν την ψυχην μου
8
υπερ του μηθενος σωσεις αυτους εν οργη λαους καταξεις ο θεος
9
την ζωην μου εξηγγειλα σοι εθου τα δακρυα μου ενωπιον σου ως και εν τη επαγγελια σου
10
επιστρεψουσιν οι εχθροι μου εις τα οπισω εν η αν ημερα επικαλεσωμαι σε ιδου εγνων οτι θεος μου ει συ
11
επι τω θεω αινεσω ρημα επι τω κυριω αινεσω λογον
12
επι τω θεω ηλπισα ου φοβηθησομαι τι ποιησει μοι ανθρωπος
13
εν εμοι ο θεος αι ευχαι ας αποδωσω αινεσεως σοι
14
οτι ερρυσω την ψυχην μου εκ θανατου και τους ποδας μου εξ ολισθηματος του ευαρεστησαι ενωπιον του θεου εν φωτι ζωντων