1
εις το τελος μη διαφθειρης τω δαυιδ εις στηλογραφιαν εν τω αυτον αποδιδρασκειν απο προσωπου σαουλ εις το σπηλαιον
2
ελεησον με ο θεος ελεησον με οτι επι σοι πεποιθεν η ψυχη μου και εν τη σκια των πτερυγων σου ελπιω εως ου παρελθη η ανομια
3
κεκραξομαι προς τον θεον τον υψιστον τον θεον τον ευεργετησαντα με
4
εξαπεστειλεν εξ ουρανου και εσωσεν με εδωκεν εις ονειδος τους καταπατουντας με διαψαλμα εξαπεστειλεν ο θεος το ελεος αυτου και την αληθειαν αυτου
5
και ερρυσατο την ψυχην μου εκ μεσου σκυμνων εκοιμηθην τεταραγμενος υιοι ανθρωπων οι οδοντες αυτων οπλον και βελη και η γλωσσα αυτων μαχαιρα οξεια
6
υψωθητι επι τους ουρανους ο θεος και επι πασαν την γην η δοξα σου
7
παγιδα ητοιμασαν τοις ποσιν μου και κατεκαμψαν την ψυχην μου ωρυξαν προ προσωπου μου βοθρον και ενεπεσαν εις αυτον διαψαλμα
8
ετοιμη η καρδια μου ο θεος ετοιμη η καρδια μου ασομαι και ψαλω
9
εξεγερθητι η δοξα μου εξεγερθητι ψαλτηριον και κιθαρα εξεγερθησομαι ορθρου
10
εξομολογησομαι σοι εν λαοις κυριε ψαλω σοι εν εθνεσιν
11
οτι εμεγαλυνθη εως των ουρανων το ελεος σου και εως των νεφελων η αληθεια σου
12
υψωθητι επι τους ουρανους ο θεος και επι πασαν την γην η δοξα σου