1
εις το τελος μη διαφθειρης τω δαυιδ εις στηλογραφιαν
2
ει αληθως αρα δικαιοσυνην λαλειτε ευθεια κρινετε οι υιοι των ανθρωπων
3
και γαρ εν καρδια ανομιας εργαζεσθε εν τη γη αδικιαν αι χειρες υμων συμπλεκουσιν
4
απηλλοτριωθησαν οι αμαρτωλοι απο μητρας επλανηθησαν απο γαστρος ελαλησαν ψευδη
5
θυμος αυτοις κατα την ομοιωσιν του οφεως ωσει ασπιδος κωφης και βυουσης τα ωτα αυτης
6
ητις ουκ εισακουσεται φωνην επαδοντων φαρμακου τε φαρμακευομενου παρα σοφου
7
ο θεος συνετριψεν τους οδοντας αυτων εν τω στοματι αυτων τας μυλας των λεοντων συνεθλασεν κυριος
8
εξουδενωθησονται ως υδωρ διαπορευομενον εντενει το τοξον αυτου εως ου ασθενησουσιν
9
ωσει κηρος ο τακεις ανταναιρεθησονται επεπεσε πυρ και ουκ ειδον τον ηλιον
10
προ του συνιεναι τας ακανθας υμων την ραμνον ωσει ζωντας ωσει εν οργη καταπιεται υμας
11
ευφρανθησεται δικαιος οταν ιδη εκδικησιν ασεβων τας χειρας αυτου νιψεται εν τω αιματι του αμαρτωλου
12
και ερει ανθρωπος ει αρα εστιν καρπος τω δικαιω αρα εστιν ο θεος κρινων αυτους εν τη γη