1
εις το τελος μη διαφθειρης τω δαυιδ εις στηλογραφιαν οποτε απεστειλεν σαουλ και εφυλαξεν τον οικον αυτου του θανατωσαι αυτον
2
εξελου με εκ των εχθρων μου ο θεος και εκ των επανιστανομενων επ' εμε λυτρωσαι με
3
ρυσαι με εκ των εργαζομενων την ανομιαν και εξ ανδρων αιματων σωσον με
4
οτι ιδου εθηρευσαν την ψυχην μου επεθεντο επ' εμε κραταιοι ουτε η ανομια μου ουτε η αμαρτια μου κυριε
5
ανευ ανομιας εδραμον και κατευθυναν εξεγερθητι εις συναντησιν μου και ιδε
6
και συ κυριε ο θεος των δυναμεων ο θεος ισραηλ προσχες του επισκεψασθαι παντα τα εθνη μη οικτιρησης παντας τους εργαζομενους την ανομιαν διαψαλμα
7
επιστρεψουσιν εις εσπεραν και λιμωξουσιν ως κυων και κυκλωσουσιν πολιν
8
ιδου αποφθεγξονται εν τω στοματι αυτων και ρομφαια εν τοις χειλεσιν αυτων οτι τις ηκουσεν
9
και συ κυριε εκγελαση αυτους εξουδενωσεις παντα τα εθνη
10
το κρατος μου προς σε φυλαξω οτι ο θεος αντιλημπτωρ μου ει
11
ο θεος μου το ελεος αυτου προφθασει με ο θεος δειξει μοι εν τοις εχθροις μου
12
μη αποκτεινης αυτους μηποτε επιλαθωνται του λαου μου διασκορπισον αυτους εν τη δυναμει σου και καταγαγε αυτους ο υπερασπιστης μου κυριε
13
αμαρτιαν στοματος αυτων λογον χειλεων αυτων και συλλημφθητωσαν εν τη υπερηφανια αυτων και εξ αρας και ψευδους διαγγελησονται συντελειαι
14
εν οργη συντελειας και ου μη υπαρξωσιν και γνωσονται οτι ο θεος δεσποζει του ιακωβ των περατων της γης διαψαλμα
15
επιστρεψουσιν εις εσπεραν και λιμωξουσιν ως κυων και κυκλωσουσιν πολιν
16
αυτοι διασκορπισθησονται του φαγειν εαν δε μη χορτασθωσιν και γογγυσουσιν
17
εγω δε ασομαι τη δυναμει σου και αγαλλιασομαι το πρωι το ελεος σου οτι εγενηθης αντιλημπτωρ μου και καταφυγη εν ημερα θλιψεως μου
18
βοηθος μου σοι ψαλω οτι ο θεος αντιλημπτωρ μου ει ο θεος μου το ελεος μου