1
εις το τελος εν υμνοις ψαλμος ωδης
2
ο θεος οικτιρησαι ημας και ευλογησαι ημας επιφαναι το προσωπον αυτου εφ' ημας διαψαλμα
3
του γνωναι εν τη γη την οδον σου εν πασιν εθνεσιν το σωτηριον σου
4
εξομολογησασθωσαν σοι λαοι ο θεος εξομολογησασθωσαν σοι λαοι παντες
5
ευφρανθητωσαν και αγαλλιασθωσαν εθνη οτι κρινεις λαους εν ευθυτητι και εθνη εν τη γη οδηγησεις διαψαλμα
6
εξομολογησασθωσαν σοι λαοι ο θεος εξομολογησασθωσαν σοι λαοι παντες
7
γη εδωκεν τον καρπον αυτης ευλογησαι ημας ο θεος ο θεος ημων
8
ευλογησαι ημας ο θεος και φοβηθητωσαν αυτον παντα τα περατα της γης