1
εις το τελος μη διαφθειρης ψαλμος τω ασαφ ωδης
2
εξομολογησομεθα σοι ο θεος εξομολογησομεθα και επικαλεσομεθα το ονομα σου
3
διηγησομαι παντα τα θαυμασια σου οταν λαβω καιρον εγω ευθυτητας κρινω
4
ετακη η γη και παντες οι κατοικουντες εν αυτη εγω εστερεωσα τους στυλους αυτης διαψαλμα
5
ειπα τοις παρανομουσιν μη παρανομειτε και τοις αμαρτανουσιν μη υψουτε κερας
6
μη επαιρετε εις υψος το κερας υμων μη λαλειτε κατα του θεου αδικιαν
7
οτι ουτε απο εξοδων ουτε απο δυσμων ουτε απο ερημων ορεων
8
οτι ο θεος κριτης εστιν τουτον ταπεινοι και τουτον υψοι
9
οτι ποτηριον εν χειρι κυριου οινου ακρατου πληρες κερασματος και εκλινεν εκ τουτου εις τουτο πλην ο τρυγιας αυτου ουκ εξεκενωθη πιονται παντες οι αμαρτωλοι της γης
10
εγω δε αγαλλιασομαι εις τον αιωνα ψαλω τω θεω ιακωβ
11
και παντα τα κερατα των αμαρτωλων συγκλασω και υψωθησεται τα κερατα του δικαιου