1
εις το τελος εν υμνοις ψαλμος τω ασαφ ωδη προς τον ασσυριον
2
γνωστος εν τη ιουδαια ο θεος εν τω ισραηλ μεγα το ονομα αυτου
3
και εγενηθη εν ειρηνη ο τοπος αυτου και το κατοικητηριον αυτου εν σιων
4
εκει συνετριψεν τα κρατη των τοξων οπλον και ρομφαιαν και πολεμον διαψαλμα
5
φωτιζεις συ θαυμαστως απο ορεων αιωνιων
6
εταραχθησαν παντες οι ασυνετοι τη καρδια υπνωσαν υπνον αυτων και ουχ ευρον ουδεν παντες οι ανδρες του πλουτου ταις χερσιν αυτων
7
απο επιτιμησεως σου ο θεος ιακωβ ενυσταξαν οι επιβεβηκοτες τους ιππους
8
συ φοβερος ει και τις αντιστησεται σοι απο τοτε η οργη σου
9
εκ του ουρανου ηκουτισας κρισιν γη εφοβηθη και ησυχασεν
10
εν τω αναστηναι εις κρισιν τον θεον του σωσαι παντας τους πραεις της γης διαψαλμα
11
οτι ενθυμιον ανθρωπου εξομολογησεται σοι και εγκαταλειμμα ενθυμιου εορτασει σοι
12
ευξασθε και αποδοτε κυριω τω θεω υμων παντες οι κυκλω αυτου οισουσιν δωρα
13
τω φοβερω και αφαιρουμενω πνευματα αρχοντων φοβερω παρα τοις βασιλευσι της γης