1
εις το τελος υπερ ιδιθουν τω ασαφ ψαλμος
2
φωνη μου προς κυριον εκεκραξα φωνη μου προς τον θεον και προσεσχεν μοι
3
εν ημερα θλιψεως μου τον θεον εξεζητησα ταις χερσιν μου νυκτος εναντιον αυτου και ουκ ηπατηθην απηνηνατο παρακληθηναι η ψυχη μου
4
εμνησθην του θεου και ευφρανθην ηδολεσχησα και ωλιγοψυχησεν το πνευμα μου διαψαλμα
5
προκατελαβοντο φυλακας οι οφθαλμοι μου εταραχθην και ουκ ελαλησα
6
διελογισαμην ημερας αρχαιας και ετη αιωνια εμνησθην και εμελετησα
7
νυκτος μετα της καρδιας μου ηδολεσχουν και εσκαλλεν το πνευμα μου
8
μη εις τους αιωνας απωσεται κυριος και ου προσθησει του ευδοκησαι ετι
9
η εις τελος το ελεος αυτου αποκοψει απο γενεας εις γενεαν
10
η επιλησεται του οικτιρησαι ο θεος η συνεξει εν τη οργη αυτου τους οικτιρμους αυτου διαψαλμα
11
και ειπα νυν ηρξαμην αυτη η αλλοιωσις της δεξιας του υψιστου
12
εμνησθην των εργων κυριου οτι μνησθησομαι απο της αρχης των θαυμασιων σου
13
και μελετησω εν πασιν τοις εργοις σου και εν τοις επιτηδευμασιν σου αδολεσχησω
14
ο θεος εν τω αγιω η οδος σου τις θεος μεγας ως ο θεος ημων
15
συ ει ο θεος ο ποιων θαυμασια εγνωρισας εν τοις λαοις την δυναμιν σου
16
ελυτρωσω εν τω βραχιονι σου τον λαον σου τους υιους ιακωβ και ιωσηφ διαψαλμα
17
ειδοσαν σε υδατα ο θεος ειδοσαν σε υδατα και εφοβηθησαν και εταραχθησαν αβυσσοι πληθος ηχους υδατων
18
φωνην εδωκαν αι νεφελαι και γαρ τα βελη σου διαπορευονται
19
φωνη της βροντης σου εν τω τροχω εφαναν αι αστραπαι σου τη οικουμενη εσαλευθη και εντρομος εγενηθη η γη
20
εν τη θαλασση η οδος σου και αι τριβοι σου εν υδασι πολλοις και τα ιχνη σου ου γνωσθησονται
21
ωδηγησας ως προβατα τον λαον σου εν χειρι μωυση και ααρων