1
συνεσεως τω ασαφ προσεχετε λαος μου τον νομον μου κλινατε το ους υμων εις τα ρηματα του στοματος μου
2
ανοιξω εν παραβολαις το στομα μου φθεγξομαι προβληματα απ' αρχης
3
οσα ηκουσαμεν και εγνωμεν αυτα και οι πατερες ημων διηγησαντο ημιν
4
ουκ εκρυβη απο των τεκνων αυτων εις γενεαν ετεραν απαγγελλοντες τας αινεσεις του κυριου και τας δυναστειας αυτου και τα θαυμασια αυτου α εποιησεν
5
και ανεστησεν μαρτυριον εν ιακωβ και νομον εθετο εν ισραηλ οσα ενετειλατο τοις πατρασιν ημων του γνωρισαι αυτα τοις υιοις αυτων
6
οπως αν γνω γενεα ετερα υιοι οι τεχθησομενοι και αναστησονται και απαγγελουσιν αυτα τοις υιοις αυτων
7
ινα θωνται επι τον θεον την ελπιδα αυτων και μη επιλαθωνται των εργων του θεου και τας εντολας αυτου εκζητησουσιν
8
ινα μη γενωνται ως οι πατερες αυτων γενεα σκολια και παραπικραινουσα γενεα ητις ου κατηυθυνεν την καρδιαν αυτης και ουκ επιστωθη μετα του θεου το πνευμα αυτης
9
υιοι εφραιμ εντεινοντες και βαλλοντες τοξοις εστραφησαν εν ημερα πολεμου
10
ουκ εφυλαξαν την διαθηκην του θεου και εν τω νομω αυτου ουκ ηθελον πορευεσθαι
11
και επελαθοντο των ευεργεσιων αυτου και των θαυμασιων αυτου ων εδειξεν αυτοις
12
εναντιον των πατερων αυτων α εποιησεν θαυμασια εν γη αιγυπτω εν πεδιω τανεως
13
διερρηξεν θαλασσαν και διηγαγεν αυτους εστησεν υδατα ωσει ασκον
14
και ωδηγησεν αυτους εν νεφελη ημερας και ολην την νυκτα εν φωτισμω πυρος
15
διερρηξεν πετραν εν ερημω και εποτισεν αυτους ως εν αβυσσω πολλη
16
και εξηγαγεν υδωρ εκ πετρας και κατηγαγεν ως ποταμους υδατα
17
και προσεθεντο ετι του αμαρτανειν αυτω παρεπικραναν τον υψιστον εν ανυδρω
18
και εξεπειρασαν τον θεον εν ταις καρδιαις αυτων του αιτησαι βρωματα ταις ψυχαις αυτων
19
και κατελαλησαν του θεου και ειπαν μη δυνησεται ο θεος ετοιμασαι τραπεζαν εν ερημω
20
επει επαταξεν πετραν και ερρυησαν υδατα και χειμαρροι κατεκλυσθησαν μη και αρτον δυναται δουναι η ετοιμασαι τραπεζαν τω λαω αυτου
21
δια τουτο ηκουσεν κυριος και ανεβαλετο και πυρ ανηφθη εν ιακωβ και οργη ανεβη επι τον ισραηλ
22
οτι ουκ επιστευσαν εν τω θεω ουδε ηλπισαν επι το σωτηριον αυτου
23
και ενετειλατο νεφελαις υπερανωθεν και θυρας ουρανου ανεωξεν
24
και εβρεξεν αυτοις μαννα φαγειν και αρτον ουρανου εδωκεν αυτοις
25
αρτον αγγελων εφαγεν ανθρωπος επισιτισμον απεστειλεν αυτοις εις πλησμονην
26
απηρεν νοτον εξ ουρανου και επηγαγεν εν τη δυναστεια αυτου λιβα
27
και εβρεξεν επ' αυτους ωσει χουν σαρκας και ωσει αμμον θαλασσων πετεινα πτερωτα
28
και επεπεσον εις μεσον της παρεμβολης αυτων κυκλω των σκηνωματων αυτων
29
και εφαγοσαν και ενεπλησθησαν σφοδρα και την επιθυμιαν αυτων ηνεγκεν αυτοις
30
ουκ εστερηθησαν απο της επιθυμιας αυτων ετι της βρωσεως αυτων ουσης εν τω στοματι αυτων
31
και οργη του θεου ανεβη επ' αυτους και απεκτεινεν εν τοις πιοσιν αυτων και τους εκλεκτους του ισραηλ συνεποδισεν
32
εν πασιν τουτοις ημαρτον ετι και ουκ επιστευσαν εν τοις θαυμασιοις αυτου
33
και εξελιπον εν ματαιοτητι αι ημεραι αυτων και τα ετη αυτων μετα σπουδης
34
οταν απεκτεννεν αυτους εξεζητουν αυτον και επεστρεφον και ωρθριζον προς τον θεον
35
και εμνησθησαν οτι ο θεος βοηθος αυτων εστιν και ο θεος ο υψιστος λυτρωτης αυτων εστιν
36
και ηπατησαν αυτον εν τω στοματι αυτων και τη γλωσση αυτων εψευσαντο αυτω
37
η δε καρδια αυτων ουκ ευθεια μετ' αυτου ουδε επιστωθησαν εν τη διαθηκη αυτου
38
αυτος δε εστιν οικτιρμων και ιλασεται ταις αμαρτιαις αυτων και ου διαφθερει και πληθυνει του αποστρεψαι τον θυμον αυτου και ουχι εκκαυσει πασαν την οργην αυτου
39
και εμνησθη οτι σαρξ εισιν πνευμα πορευομενον και ουκ επιστρεφον
40
ποσακις παρεπικραναν αυτον εν τη ερημω παρωργισαν αυτον εν γη ανυδρω
41
και επεστρεψαν και επειρασαν τον θεον και τον αγιον του ισραηλ παρωξυναν
42
ουκ εμνησθησαν της χειρος αυτου ημερας ης ελυτρωσατο αυτους εκ χειρος θλιβοντος
43
ως εθετο εν αιγυπτω τα σημεια αυτου και τα τερατα αυτου εν πεδιω τανεως
44
και μετεστρεψεν εις αιμα τους ποταμους αυτων και τα ομβρηματα αυτων οπως μη πιωσιν
45
εξαπεστειλεν εις αυτους κυνομυιαν και κατεφαγεν αυτους και βατραχον και διεφθειρεν αυτους
46
και εδωκεν τη ερυσιβη τον καρπον αυτων και τους πονους αυτων τη ακριδι
47
απεκτεινεν εν χαλαζη την αμπελον αυτων και τας συκαμινους αυτων εν τη παχνη
48
και παρεδωκεν εις χαλαζαν τα κτηνη αυτων και την υπαρξιν αυτων τω πυρι
49
εξαπεστειλεν εις αυτους οργην θυμου αυτου θυμον και οργην και θλιψιν αποστολην δι' αγγελων πονηρων
50
ωδοποιησεν τριβον τη οργη αυτου ουκ εφεισατο απο θανατου των ψυχων αυτων και τα κτηνη αυτων εις θανατον συνεκλεισεν
51
και επαταξεν παν πρωτοτοκον εν αιγυπτω απαρχην των πονων αυτων εν τοις σκηνωμασι χαμ
52
και απηρεν ως προβατα τον λαον αυτου και ανηγαγεν αυτους ως ποιμνιον εν ερημω
53
και ωδηγησεν αυτους εν ελπιδι και ουκ εδειλιασαν και τους εχθρους αυτων εκαλυψεν θαλασσα
54
και εισηγαγεν αυτους εις οριον αγιασματος αυτου ορος τουτο ο εκτησατο η δεξια αυτου
55
και εξεβαλεν απο προσωπου αυτων εθνη και εκληροδοτησεν αυτους εν σχοινιω κληροδοσιας και κατεσκηνωσεν εν τοις σκηνωμασιν αυτων τας φυλας του ισραηλ
56
και επειρασαν και παρεπικραναν τον θεον τον υψιστον και τα μαρτυρια αυτου ουκ εφυλαξαντο
57
και απεστρεψαν και ησυνθετησαν καθως και οι πατερες αυτων και μετεστραφησαν εις τοξον στρεβλον
58
και παρωργισαν αυτον εν τοις βουνοις αυτων και εν τοις γλυπτοις αυτων παρεζηλωσαν αυτον
59
ηκουσεν ο θεος και υπερειδεν και εξουδενωσεν σφοδρα τον ισραηλ
60
και απωσατο την σκηνην σηλωμ σκηνωμα αυτου ου κατεσκηνωσεν εν ανθρωποις
61
και παρεδωκεν εις αιχμαλωσιαν την ισχυν αυτων και την καλλονην αυτων εις χειρας εχθρου
62
και συνεκλεισεν εις ρομφαιαν τον λαον αυτου και την κληρονομιαν αυτου υπερειδεν
63
τους νεανισκους αυτων κατεφαγεν πυρ και αι παρθενοι αυτων ουκ επενθηθησαν
64
οι ιερεις αυτων εν ρομφαια επεσαν και αι χηραι αυτων ου κλαυσθησονται
65
και εξηγερθη ως ο υπνων κυριος ως δυνατος κεκραιπαληκως εξ οινου
66
και επαταξεν τους εχθρους αυτου εις τα οπισω ονειδος αιωνιον εδωκεν αυτοις
67
και απωσατο το σκηνωμα ιωσηφ και την φυλην εφραιμ ουκ εξελεξατο
68
και εξελεξατο την φυλην ιουδα το ορος το σιων ο ηγαπησεν
69
και ωκοδομησεν ως μονοκερωτων το αγιασμα αυτου εν τη γη εθεμελιωσεν αυτην εις τον αιωνα
70
και εξελεξατο δαυιδ τον δουλον αυτου και ανελαβεν αυτον εκ των ποιμνιων των προβατων
71
εξοπισθεν των λοχευομενων ελαβεν αυτον ποιμαινειν ιακωβ τον λαον αυτου και ισραηλ την κληρονομιαν αυτου
72
και εποιμανεν αυτους εν τη ακακια της καρδιας αυτου και εν ταις συνεσεσι των χειρων αυτου ωδηγησεν αυτους