1
εις το τελος υπερ των αλλοιωθησομενων μαρτυριον τω ασαφ ψαλμος υπερ του ασσυριου
2
ο ποιμαινων τον ισραηλ προσχες ο οδηγων ωσει προβατα τον ιωσηφ ο καθημενος επι των χερουβιν εμφανηθι
3
εναντιον εφραιμ και βενιαμιν και μανασση εξεγειρον την δυναστειαν σου και ελθε εις το σωσαι ημας
4
ο θεος επιστρεψον ημας και επιφανον το προσωπον σου και σωθησομεθα
5
κυριε ο θεος των δυναμεων εως ποτε οργιζη επι την προσευχην του δουλου σου
6
ψωμιεις ημας αρτον δακρυων και ποτιεις ημας εν δακρυσιν εν μετρω
7
εθου ημας εις αντιλογιαν τοις γειτοσιν ημων και οι εχθροι ημων εμυκτηρισαν ημας
8
κυριε ο θεος των δυναμεων επιστρεψον ημας και επιφανον το προσωπον σου και σωθησομεθα διαψαλμα
9
αμπελον εξ αιγυπτου μετηρας εξεβαλες εθνη και κατεφυτευσας αυτην
10
ωδοποιησας εμπροσθεν αυτης και κατεφυτευσας τας ριζας αυτης και επλησθη η γη
11
εκαλυψεν ορη η σκια αυτης και αι αναδενδραδες αυτης τας κεδρους του θεου
12
εξετεινεν τα κληματα αυτης εως θαλασσης και εως ποταμου τας παραφυαδας αυτης
13
ινα τι καθειλες τον φραγμον αυτης και τρυγωσιν αυτην παντες οι παραπορευομενοι την οδον
14
ελυμηνατο αυτην συς εκ δρυμου και μονιος αγριος κατενεμησατο αυτην
15
ο θεος των δυναμεων επιστρεψον δη επιβλεψον εξ ουρανου και ιδε και επισκεψαι την αμπελον ταυτην
16
και καταρτισαι αυτην ην εφυτευσεν η δεξια σου και επι υιον ανθρωπου ον εκραταιωσας σεαυτω
17
εμπεπυρισμενη πυρι και ανεσκαμμενη απο επιτιμησεως του προσωπου σου απολουνται
18
γενηθητω η χειρ σου επ' ανδρα δεξιας σου και επι υιον ανθρωπου ον εκραταιωσας σεαυτω
19
και ου μη αποστωμεν απο σου ζωωσεις ημας και το ονομα σου επικαλεσομεθα
20
κυριε ο θεος των δυναμεων επιστρεψον ημας και επιφανον το προσωπον σου και σωθησομεθα