1
εις το τελος υπερ των ληνων ψαλμος τω δαυιδ
2
κυριε ο κυριος ημων ως θαυμαστον το ονομα σου εν παση τη γη οτι επηρθη η μεγαλοπρεπεια σου υπερανω των ουρανων
3
εκ στοματος νηπιων και θηλαζοντων κατηρτισω αινον ενεκα των εχθρων σου του καταλυσαι εχθρον και εκδικητην
4
οτι οψομαι τους ουρανους εργα των δακτυλων σου σεληνην και αστερας α συ εθεμελιωσας
5
τι εστιν ανθρωπος οτι μιμνησκη αυτου η υιος ανθρωπου οτι επισκεπτη αυτον
6
ηλαττωσας αυτον βραχυ τι παρ' αγγελους δοξη και τιμη εστεφανωσας αυτον
7
και κατεστησας αυτον επι τα εργα των χειρων σου παντα υπεταξας υποκατω των ποδων αυτου
8
προβατα και βοας πασας ετι δε και τα κτηνη του πεδιου
9
τα πετεινα του ουρανου και τους ιχθυας της θαλασσης τα διαπορευομενα τριβους θαλασσων
10
κυριε ο κυριος ημων ως θαυμαστον το ονομα σου εν παση τη γη