1
εις το τελος υπερ των ληνων τω ασαφ ψαλμος
2
αγαλλιασθε τω θεω τω βοηθω ημων αλαλαξατε τω θεω ιακωβ
3
λαβετε ψαλμον και δοτε τυμπανον ψαλτηριον τερπνον μετα κιθαρας
4
σαλπισατε εν νεομηνια σαλπιγγι εν ευσημω ημερα εορτης ημων
5
οτι προσταγμα τω ισραηλ εστιν και κριμα τω θεω ιακωβ
6
μαρτυριον εν τω ιωσηφ εθετο αυτον εν τω εξελθειν αυτον εκ γης αιγυπτου γλωσσαν ην ουκ εγνω ηκουσεν
7
απεστησεν απο αρσεων τον νωτον αυτου αι χειρες αυτου εν τω κοφινω εδουλευσαν
8
εν θλιψει επεκαλεσω με και ερρυσαμην σε επηκουσα σου εν αποκρυφω καταιγιδος εδοκιμασα σε επι υδατος αντιλογιας διαψαλμα
9
ακουσον λαος μου και διαμαρτυρομαι σοι ισραηλ εαν ακουσης μου
10
ουκ εσται εν σοι θεος προσφατος ουδε προσκυνησεις θεω αλλοτριω
11
εγω γαρ ειμι κυριος ο θεος σου ο αναγαγων σε εκ γης αιγυπτου πλατυνον το στομα σου και πληρωσω αυτο
12
και ουκ ηκουσεν ο λαος μου της φωνης μου και ισραηλ ου προσεσχεν μοι
13
και εξαπεστειλα αυτους κατα τα επιτηδευματα των καρδιων αυτων πορευσονται εν τοις επιτηδευμασιν αυτων
14
ει ο λαος μου ηκουσεν μου ισραηλ ταις οδοις μου ει επορευθη
15
εν τω μηδενι αν τους εχθρους αυτων εταπεινωσα και επι τους θλιβοντας αυτους επεβαλον την χειρα μου
16
οι εχθροι κυριου εψευσαντο αυτω και εσται ο καιρος αυτων εις τον αιωνα
17
και εψωμισεν αυτους εκ στεατος πυρου και εκ πετρας μελι εχορτασεν αυτους