1
ψαλμος τω ασαφ ο θεος εστη εν συναγωγη θεων εν μεσω δε θεους διακρινει
2
εως ποτε κρινετε αδικιαν και προσωπα αμαρτωλων λαμβανετε διαψαλμα
3
κρινατε ορφανον και πτωχον ταπεινον και πενητα δικαιωσατε
4
εξελεσθε πενητα και πτωχον εκ χειρος αμαρτωλου ρυσασθε
5
ουκ εγνωσαν ουδε συνηκαν εν σκοτει διαπορευονται σαλευθησονται παντα τα θεμελια της γης
6
εγω ειπα θεοι εστε και υιοι υψιστου παντες
7
υμεις δε ως ανθρωποι αποθνησκετε και ως εις των αρχοντων πιπτετε
8
αναστα ο θεος κρινον την γην οτι συ κατακληρονομησεις εν πασιν τοις εθνεσιν