1
εις το τελος υπερ των ληνων τοις υιοις κορε ψαλμος
2
ως αγαπητα τα σκηνωματα σου κυριε των δυναμεων
3
επιποθει και εκλειπει η ψυχη μου εις τας αυλας του κυριου η καρδια μου και η σαρξ μου ηγαλλιασαντο επι θεον ζωντα
4
και γαρ στρουθιον ευρεν εαυτω οικιαν και τρυγων νοσσιαν εαυτη ου θησει τα νοσσια αυτης τα θυσιαστηρια σου κυριε των δυναμεων ο βασιλευς μου και ο θεος μου
5
μακαριοι οι κατοικουντες εν τω οικω σου εις τους αιωνας των αιωνων αινεσουσιν σε διαψαλμα
6
μακαριος ανηρ ου εστιν η αντιλημψις αυτου παρα σου κυριε αναβασεις εν τη καρδια αυτου διεθετο
7
εν τη κοιλαδι του κλαυθμωνος εις τοπον ον εθετο και γαρ ευλογιας δωσει ο νομοθετων
8
πορευσονται εκ δυναμεως εις δυναμιν οφθησεται ο θεος των θεων εν σιων
9
κυριε ο θεος των δυναμεων εισακουσον της προσευχης μου ενωτισαι ο θεος ιακωβ διαψαλμα
10
υπερασπιστα ημων ιδε ο θεος και επιβλεψον επι το προσωπον του χριστου σου
11
οτι κρεισσων ημερα μια εν ταις αυλαις σου υπερ χιλιαδας εξελεξαμην παραρριπτεισθαι εν τω οικω του θεου μαλλον η οικειν εν σκηνωμασιν αμαρτωλων
12
οτι ελεον και αληθειαν αγαπα κυριος ο θεος χαριν και δοξαν δωσει κυριος ου στερησει τα αγαθα τους πορευομενους εν ακακια
13
κυριε των δυναμεων μακαριος ανθρωπος ο ελπιζων επι σε