1
εις το τελος τοις υιοις κορε ψαλμος
2
ευδοκησας κυριε την γην σου απεστρεψας την αιχμαλωσιαν ιακωβ
3
αφηκας τας ανομιας τω λαω σου εκαλυψας πασας τας αμαρτιας αυτων διαψαλμα
4
κατεπαυσας πασαν την οργην σου απεστρεψας απο οργης θυμου σου
5
επιστρεψον ημας ο θεος των σωτηριων ημων και αποστρεψον τον θυμον σου αφ' ημων
6
μη εις τον αιωνα οργισθηση ημιν η διατενεις την οργην σου απο γενεας εις γενεαν
7
ο θεος συ επιστρεψας ζωωσεις ημας και ο λαος σου ευφρανθησεται επι σοι
8
δειξον ημιν κυριε το ελεος σου και το σωτηριον σου δωης ημιν
9
ακουσομαι τι λαλησει εν εμοι κυριος ο θεος οτι λαλησει ειρηνην επι τον λαον αυτου και επι τους οσιους αυτου και επι τους επιστρεφοντας προς αυτον καρδιαν
10
πλην εγγυς των φοβουμενων αυτον το σωτηριον αυτου του κατασκηνωσαι δοξαν εν τη γη ημων
11
ελεος και αληθεια συνηντησαν δικαιοσυνη και ειρηνη κατεφιλησαν
12
αληθεια εκ της γης ανετειλεν και δικαιοσυνη εκ του ουρανου διεκυψεν
13
και γαρ ο κυριος δωσει χρηστοτητα και η γη ημων δωσει τον καρπον αυτης
14
δικαιοσυνη εναντιον αυτου προπορευσεται και θησει εις οδον τα διαβηματα αυτου