1
τοις υιοις κορε ψαλμος ωδης οι θεμελιοι αυτου εν τοις ορεσιν τοις αγιοις
2
αγαπα κυριος τας πυλας σιων υπερ παντα τα σκηνωματα ιακωβ
3
δεδοξασμενα ελαληθη περι σου η πολις του θεου διαψαλμα
4
μνησθησομαι ρααβ και βαβυλωνος τοις γινωσκουσιν με και ιδου αλλοφυλοι και τυρος και λαος αιθιοπων ουτοι εγενηθησαν εκει
5
μητηρ σιων ερει ανθρωπος και ανθρωπος εγενηθη εν αυτη και αυτος εθεμελιωσεν αυτην ο υψιστος
6
κυριος διηγησεται εν γραφη λαων και αρχοντων τουτων των γεγενημενων εν αυτη διαψαλμα
7
ως ευφραινομενων παντων η κατοικια εν σοι