1
συνεσεως αιθαν τω ισραηλιτη
2
τα ελεη σου κυριε εις τον αιωνα ασομαι εις γενεαν και γενεαν απαγγελω την αληθειαν σου εν τω στοματι μου
3
οτι ειπας εις τον αιωνα ελεος οικοδομηθησεται εν τοις ουρανοις ετοιμασθησεται η αληθεια σου
4
διεθεμην διαθηκην τοις εκλεκτοις μου ωμοσα δαυιδ τω δουλω μου
5
εως του αιωνος ετοιμασω το σπερμα σου και οικοδομησω εις γενεαν και γενεαν τον θρονον σου διαψαλμα
6
εξομολογησονται οι ουρανοι τα θαυμασια σου κυριε και την αληθειαν σου εν εκκλησια αγιων
7
οτι τις εν νεφελαις ισωθησεται τω κυριω και τις ομοιωθησεται τω κυριω εν υιοις θεου
8
ο θεος ενδοξαζομενος εν βουλη αγιων μεγας και φοβερος επι παντας τους περικυκλω αυτου
9
κυριε ο θεος των δυναμεων τις ομοιος σοι δυνατος ει κυριε και η αληθεια σου κυκλω σου
10
συ δεσποζεις του κρατους της θαλασσης τον δε σαλον των κυματων αυτης συ καταπραυνεις
11
συ εταπεινωσας ως τραυματιαν υπερηφανον και εν τω βραχιονι της δυναμεως σου διεσκορπισας τους εχθρους σου
12
σοι εισιν οι ουρανοι και ση εστιν η γη την οικουμενην και το πληρωμα αυτης συ εθεμελιωσας
13
τον βορραν και θαλασσας συ εκτισας θαβωρ και ερμων εν τω ονοματι σου αγαλλιασονται
14
σος ο βραχιων μετα δυναστειας κραταιωθητω η χειρ σου υψωθητω η δεξια σου
15
δικαιοσυνη και κριμα ετοιμασια του θρονου σου ελεος και αληθεια προπορευσεται προ προσωπου σου
16
μακαριος ο λαος ο γινωσκων αλαλαγμον κυριε εν τω φωτι του προσωπου σου πορευσονται
17
και εν τω ονοματι σου αγαλλιασονται ολην την ημεραν και εν τη δικαιοσυνη σου υψωθησονται
18
οτι το καυχημα της δυναμεως αυτων ει συ και εν τη ευδοκια σου υψωθησεται το κερας ημων
19
οτι του κυριου η αντιλημψις και του αγιου ισραηλ βασιλεως ημων
20
τοτε ελαλησας εν ορασει τοις οσιοις σου και ειπας εθεμην βοηθειαν επι δυνατον υψωσα εκλεκτον εκ του λαου μου
21
ευρον δαυιδ τον δουλον μου εν ελαιω αγιω μου εχρισα αυτον
22
η γαρ χειρ μου συναντιλημψεται αυτω και ο βραχιων μου κατισχυσει αυτον
23
ουκ ωφελησει εχθρος εν αυτω και υιος ανομιας ου προσθησει του κακωσαι αυτον
24
και συγκοψω τους εχθρους αυτου απο προσωπου αυτου και τους μισουντας αυτον τροπωσομαι
25
και η αληθεια μου και το ελεος μου μετ' αυτου και εν τω ονοματι μου υψωθησεται το κερας αυτου
26
και θησομαι εν θαλασση χειρα αυτου και εν ποταμοις δεξιαν αυτου
27
αυτος επικαλεσεται με πατηρ μου ει συ θεος μου και αντιλημπτωρ της σωτηριας μου
28
καγω πρωτοτοκον θησομαι αυτον υψηλον παρα τοις βασιλευσιν της γης
29
εις τον αιωνα φυλαξω αυτω το ελεος μου και η διαθηκη μου πιστη αυτω
30
και θησομαι εις τον αιωνα του αιωνος το σπερμα αυτου και τον θρονον αυτου ως τας ημερας του ουρανου
31
εαν εγκαταλιπωσιν οι υιοι αυτου τον νομον μου και τοις κριμασιν μου μη πορευθωσιν
32
εαν τα δικαιωματα μου βεβηλωσουσιν και τας εντολας μου μη φυλαξωσιν
33
επισκεψομαι εν ραβδω τας ανομιας αυτων και εν μαστιξιν τας αμαρτιας αυτων
34
το δε ελεος μου ου μη διασκεδασω απ' αυτου ουδε μη αδικησω εν τη αληθεια μου
35
ουδε μη βεβηλωσω την διαθηκην μου και τα εκπορευομενα δια των χειλεων μου ου μη αθετησω
36
απαξ ωμοσα εν τω αγιω μου ει τω δαυιδ ψευσομαι
37
το σπερμα αυτου εις τον αιωνα μενει και ο θρονος αυτου ως ο ηλιος εναντιον μου
38
και ως η σεληνη κατηρτισμενη εις τον αιωνα και ο μαρτυς εν ουρανω πιστος διαψαλμα
39
συ δε απωσω και εξουδενωσας ανεβαλου τον χριστον σου
40
κατεστρεψας την διαθηκην του δουλου σου εβεβηλωσας εις την γην το αγιασμα αυτου
41
καθειλες παντας τους φραγμους αυτου εθου τα οχυρωματα αυτου δειλιαν
42
διηρπασαν αυτον παντες οι διοδευοντες οδον εγενηθη ονειδος τοις γειτοσιν αυτου
43
υψωσας την δεξιαν των εχθρων αυτου ευφρανας παντας τους εχθρους αυτου
44
απεστρεψας την βοηθειαν της ρομφαιας αυτου και ουκ αντελαβου αυτου εν τω πολεμω
45
κατελυσας απο καθαρισμου αυτον τον θρονον αυτου εις την γην κατερραξας
46
εσμικρυνας τας ημερας του χρονου αυτου κατεχεας αυτου αισχυνην διαψαλμα
47
εως ποτε κυριε αποστρεψεις εις τελος εκκαυθησεται ως πυρ η οργη σου
48
μνησθητι τις μου η υποστασις μη γαρ ματαιως εκτισας παντας τους υιους των ανθρωπων
49
τις εστιν ανθρωπος ος ζησεται και ουκ οψεται θανατον ρυσεται την ψυχην αυτου εκ χειρος αδου διαψαλμα
50
που εισιν τα ελεη σου τα αρχαια κυριε α ωμοσας τω δαυιδ εν τη αληθεια σου
51
μνησθητι κυριε του ονειδισμου των δουλων σου ου υπεσχον εν τω κολπω μου πολλων εθνων
52
ου ωνειδισαν οι εχθροι σου κυριε ου ωνειδισαν το ανταλλαγμα του χριστου σου
53
ευλογητος κυριος εις τον αιωνα γενοιτο γενοιτο