1
αινος ωδης τω δαυιδ ο κατοικων εν βοηθεια του υψιστου εν σκεπη του θεου του ουρανου αυλισθησεται
2
ερει τω κυριω αντιλημπτωρ μου ει και καταφυγη μου ο θεος μου ελπιω επ' αυτον
3
οτι αυτος ρυσεται με εκ παγιδος θηρευτων και απο λογου ταραχωδους
4
εν τοις μεταφρενοις αυτου επισκιασει σοι και υπο τας πτερυγας αυτου ελπιεις οπλω κυκλωσει σε η αληθεια αυτου
5
ου φοβηθηση απο φοβου νυκτερινου απο βελους πετομενου ημερας
6
απο πραγματος διαπορευομενου εν σκοτει απο συμπτωματος και δαιμονιου μεσημβρινου
7
πεσειται εκ του κλιτους σου χιλιας και μυριας εκ δεξιων σου προς σε δε ουκ εγγιει
8
πλην τοις οφθαλμοις σου κατανοησεις και ανταποδοσιν αμαρτωλων οψη
9
οτι συ κυριε η ελπις μου τον υψιστον εθου καταφυγην σου
10
ου προσελευσεται προς σε κακα και μαστιξ ουκ εγγιει τω σκηνωματι σου
11
οτι τοις αγγελοις αυτου εντελειται περι σου του διαφυλαξαι σε εν πασαις ταις οδοις σου
12
επι χειρων αρουσιν σε μηποτε προσκοψης προς λιθον τον ποδα σου
13
επ' ασπιδα και βασιλισκον επιβηση και καταπατησεις λεοντα και δρακοντα
14
οτι επ' εμε ηλπισεν και ρυσομαι αυτον σκεπασω αυτον οτι εγνω το ονομα μου
15
επικαλεσεται με και εισακουσομαι αυτου μετ' αυτου ειμι εν θλιψει και εξελουμαι και δοξασω αυτον
16
μακροτητα ημερων εμπλησω αυτον και δειξω αυτω το σωτηριον μου