1
ψαλμος ωδης εις την ημεραν του σαββατου
2
αγαθον το εξομολογεισθαι τω κυριω και ψαλλειν τω ονοματι σου υψιστε
3
του αναγγελλειν το πρωι το ελεος σου και την αληθειαν σου κατα νυκτα
4
εν δεκαχορδω ψαλτηριω μετ' ωδης εν κιθαρα
5
οτι ευφρανας με κυριε εν τω ποιηματι σου και εν τοις εργοις των χειρων σου αγαλλιασομαι
6
ως εμεγαλυνθη τα εργα σου κυριε σφοδρα εβαθυνθησαν οι διαλογισμοι σου
7
ανηρ αφρων ου γνωσεται και ασυνετος ου συνησει ταυτα
8
εν τω ανατειλαι τους αμαρτωλους ως χορτον και διεκυψαν παντες οι εργαζομενοι την ανομιαν οπως αν εξολεθρευθωσιν εις τον αιωνα του αιωνος
9
συ δε υψιστος εις τον αιωνα κυριε
10
οτι ιδου οι εχθροι σου απολουνται και διασκορπισθησονται παντες οι εργαζομενοι την ανομιαν
11
και υψωθησεται ως μονοκερωτος το κερας μου και το γηρας μου εν ελαιω πιονι
12
και επειδεν ο οφθαλμος μου εν τοις εχθροις μου και εν τοις επανιστανομενοις επ' εμε πονηρευομενοις ακουσεται το ους μου
13
δικαιος ως φοινιξ ανθησει ωσει κεδρος η εν τω λιβανω πληθυνθησεται
14
πεφυτευμενοι εν τω οικω κυριου εν ταις αυλαις του θεου ημων εξανθησουσιν
15
ετι πληθυνθησονται εν γηρει πιονι και ευπαθουντες εσονται
16
του αναγγειλαι οτι ευθης κυριος ο θεος μου και ουκ εστιν αδικια εν αυτω