1
εις την ημεραν του προσαββατου οτε κατωκισται η γη αινος ωδης τω δαυιδ ο κυριος εβασιλευσεν ευπρεπειαν ενεδυσατο ενεδυσατο κυριος δυναμιν και περιεζωσατο και γαρ εστερεωσεν την οικουμενην ητις ου σαλευθησεται
2
ετοιμος ο θρονος σου απο τοτε απο του αιωνος συ ει
3
επηραν οι ποταμοι κυριε επηραν οι ποταμοι φωνας αυτων
4
απο φωνων υδατων πολλων θαυμαστοι οι μετεωρισμοι της θαλασσης θαυμαστος εν υψηλοις ο κυριος
5
τα μαρτυρια σου επιστωθησαν σφοδρα τω οικω σου πρεπει αγιασμα κυριε εις μακροτητα ημερων