1
ψαλμος τω δαυιδ τετραδι σαββατων ο θεος εκδικησεων κυριος ο θεος εκδικησεων επαρρησιασατο
2
υψωθητι ο κρινων την γην αποδος ανταποδοσιν τοις υπερηφανοις
3
εως ποτε αμαρτωλοι κυριε εως ποτε αμαρτωλοι καυχησονται
4
φθεγξονται και λαλησουσιν αδικιαν λαλησουσιν παντες οι εργαζομενοι την ανομιαν
5
τον λαον σου κυριε εταπεινωσαν και την κληρονομιαν σου εκακωσαν
6
χηραν και προσηλυτον απεκτειναν και ορφανους εφονευσαν
7
και ειπαν ουκ οψεται κυριος ουδε συνησει ο θεος του ιακωβ
8
συνετε δη αφρονες εν τω λαω και μωροι ποτε φρονησατε
9
ο φυτευσας το ους ουχι ακουει η ο πλασας τον οφθαλμον ου κατανοει
10
ο παιδευων εθνη ουχι ελεγξει ο διδασκων ανθρωπον γνωσιν
11
κυριος γινωσκει τους διαλογισμους των ανθρωπων οτι εισιν ματαιοι
12
μακαριος ανθρωπος ον αν συ παιδευσης κυριε και εκ του νομου σου διδαξης αυτον
13
του πραυναι αυτω αφ' ημερων πονηρων εως ου ορυγη τω αμαρτωλω βοθρος
14
οτι ουκ απωσεται κυριος τον λαον αυτου και την κληρονομιαν αυτου ουκ εγκαταλειψει
15
εως ου δικαιοσυνη επιστρεψη εις κρισιν και εχομενοι αυτης παντες οι ευθεις τη καρδια διαψαλμα
16
τις αναστησεται μοι επι πονηρευομενους η τις συμπαραστησεται μοι επι εργαζομενους την ανομιαν
17
ει μη οτι κυριος εβοηθησεν μοι παρα βραχυ παρωκησεν τω αδη η ψυχη μου
18
ει ελεγον σεσαλευται ο πους μου το ελεος σου κυριε βοηθει μοι
19
κυριε κατα το πληθος των οδυνων μου εν τη καρδια μου αι παρακλησεις σου ηγαπησαν την ψυχην μου
20
μη συμπροσεσται σοι θρονος ανομιας ο πλασσων κοπον επι προσταγματι
21
θηρευσουσιν επι ψυχην δικαιου και αιμα αθωον καταδικασονται
22
και εγενετο μοι κυριος εις καταφυγην και ο θεος μου εις βοηθον ελπιδος μου
23
και αποδωσει αυτοις την ανομιαν αυτων και κατα την πονηριαν αυτων αφανιει αυτους κυριος ο θεος ημων