1
αινος ωδης τω δαυιδ δευτε αγαλλιασωμεθα τω κυριω αλαλαξωμεν τω θεω τω σωτηρι ημων
2
προφθασωμεν το προσωπον αυτου εν εξομολογησει και εν ψαλμοις αλαλαξωμεν αυτω
3
οτι θεος μεγας κυριος και βασιλευς μεγας επι παντας τους θεους
4
οτι εν τη χειρι αυτου τα περατα της γης και τα υψη των ορεων αυτου εισιν
5
οτι αυτου εστιν η θαλασσα και αυτος εποιησεν αυτην και την ξηραν αι χειρες αυτου επλασαν
6
δευτε προσκυνησωμεν και προσπεσωμεν αυτω και κλαυσωμεν εναντιον κυριου του ποιησαντος ημας
7
οτι αυτος εστιν ο θεος ημων και ημεις λαος νομης αυτου και προβατα χειρος αυτου σημερον εαν της φωνης αυτου ακουσητε
8
μη σκληρυνητε τας καρδιας υμων ως εν τω παραπικρασμω κατα την ημεραν του πειρασμου εν τη ερημω
9
ου επειρασαν οι πατερες υμων εδοκιμασαν και ειδοσαν τα εργα μου
10
τεσσαρακοντα ετη προσωχθισα τη γενεα εκεινη και ειπα αει πλανωνται τη καρδια και αυτοι ουκ εγνωσαν τας οδους μου
11
ως ωμοσα εν τη οργη μου ει εισελευσονται εις την καταπαυσιν μου