1
οτε ο οικος ωκοδομειτο μετα την αιχμαλωσιαν ωδη τω δαυιδ ασατε τω κυριω ασμα καινον ασατε τω κυριω πασα η γη
2
ασατε τω κυριω ευλογησατε το ονομα αυτου ευαγγελιζεσθε ημεραν εξ ημερας το σωτηριον αυτου
3
αναγγειλατε εν τοις εθνεσιν την δοξαν αυτου εν πασι τοις λαοις τα θαυμασια αυτου
4
οτι μεγας κυριος και αινετος σφοδρα φοβερος εστιν επι παντας τους θεους
5
οτι παντες οι θεοι των εθνων δαιμονια ο δε κυριος τους ουρανους εποιησεν
6
εξομολογησις και ωραιοτης ενωπιον αυτου αγιωσυνη και μεγαλοπρεπεια εν τω αγιασματι αυτου
7
ενεγκατε τω κυριω αι πατριαι των εθνων ενεγκατε τω κυριω δοξαν και τιμην
8
ενεγκατε τω κυριω δοξαν ονοματι αυτου αρατε θυσιας και εισπορευεσθε εις τας αυλας αυτου
9
προσκυνησατε τω κυριω εν αυλη αγια αυτου σαλευθητω απο προσωπου αυτου πασα η γη
10
ειπατε εν τοις εθνεσιν ο κυριος εβασιλευσεν και γαρ κατωρθωσεν την οικουμενην ητις ου σαλευθησεται κρινει λαους εν ευθυτητι
11
ευφραινεσθωσαν οι ουρανοι και αγαλλιασθω η γη σαλευθητω η θαλασσα και το πληρωμα αυτης
12
χαρησεται τα πεδια και παντα τα εν αυτοις τοτε αγαλλιασονται παντα τα ξυλα του δρυμου
13
προ προσωπου κυριου οτι ερχεται οτι ερχεται κριναι την γην κρινει την οικουμενην εν δικαιοσυνη και λαους εν τη αληθεια αυτου