1
ψαλμος τω δαυιδ ασατε τω κυριω ασμα καινον οτι θαυμαστα εποιησεν κυριος εσωσεν αυτω η δεξια αυτου και ο βραχιων ο αγιος αυτου
2
εγνωρισεν κυριος το σωτηριον αυτου εναντιον των εθνων απεκαλυψεν την δικαιοσυνην αυτου
3
εμνησθη του ελεους αυτου τω ιακωβ και της αληθειας αυτου τω οικω ισραηλ ειδοσαν παντα τα περατα της γης το σωτηριον του θεου ημων
4
αλαλαξατε τω θεω πασα η γη ασατε και αγαλλιασθε και ψαλατε
5
ψαλατε τω κυριω εν κιθαρα εν κιθαρα και φωνη ψαλμου
6
εν σαλπιγξιν ελαταις και φωνη σαλπιγγος κερατινης αλαλαξατε ενωπιον του βασιλεως κυριου
7
σαλευθητω η θαλασσα και το πληρωμα αυτης η οικουμενη και οι κατοικουντες εν αυτη
8
ποταμοι κροτησουσιν χειρι επι το αυτο τα ορη αγαλλιασονται
9
οτι ηκει κριναι την γην κρινει την οικουμενην εν δικαιοσυνη και λαους εν ευθυτητι