1
ψαλμος τω δαυιδ ο κυριος εβασιλευσεν οργιζεσθωσαν λαοι ο καθημενος επι των χερουβιν σαλευθητω η γη
2
κυριος εν σιων μεγας και υψηλος εστιν επι παντας τους λαους
3
εξομολογησασθωσαν τω ονοματι σου τω μεγαλω οτι φοβερον και αγιον εστιν
4
και τιμη βασιλεως κρισιν αγαπα συ ητοιμασας ευθυτητας κρισιν και δικαιοσυνην εν ιακωβ συ εποιησας
5
υψουτε κυριον τον θεον ημων και προσκυνειτε τω υποποδιω των ποδων αυτου οτι αγιος εστιν
6
μωυσης και ααρων εν τοις ιερευσιν αυτου και σαμουηλ εν τοις επικαλουμενοις το ονομα αυτου επεκαλουντο τον κυριον και αυτος επηκουσεν αυτων
7
εν στυλω νεφελης ελαλει προς αυτους εφυλασσον τα μαρτυρια αυτου και τα προσταγματα α εδωκεν αυτοις
8
κυριε ο θεος ημων συ επηκουες αυτων ο θεος συ ευιλατος εγινου αυτοις και εκδικων επι παντα τα επιτηδευματα αυτων
9
υψουτε κυριον τον θεον ημων και προσκυνειτε εις ορος αγιον αυτου οτι αγιος κυριος ο θεος ημων