1
ψαλμος εις εξομολογησιν αλαλαξατε τω κυριω πασα η γη
2
δουλευσατε τω κυριω εν ευφροσυνη εισελθατε ενωπιον αυτου εν αγαλλιασει
3
γνωτε οτι κυριος αυτος εστιν ο θεος αυτος εποιησεν ημας και ουχ ημεις λαος αυτου και προβατα της νομης αυτου
4
εισελθατε εις τας πυλας αυτου εν εξομολογησει εις τας αυλας αυτου εν υμνοις εξομολογεισθε αυτω αινειτε το ονομα αυτου
5
οτι χρηστος κυριος εις τον αιωνα το ελεος αυτου και εως γενεας και γενεας η αληθεια αυτου