1
επι κοιτην μου εν νυξιν εζητησα ον ηγαπησεν η ψυχη μου εζητησα αυτον και ουχ ευρον αυτον εκαλεσα αυτον και ουχ υπηκουσεν μου
2
αναστησομαι δη και κυκλωσω εν τη πολει εν ταις αγοραις και εν ταις πλατειαις και ζητησω ον ηγαπησεν η ψυχη μου εζητησα αυτον και ουχ ευρον αυτον
3
ευροσαν με οι τηρουντες οι κυκλουντες εν τη πολει μη ον ηγαπησεν η ψυχη μου ειδετε
4
ως μικρον οτε παρηλθον απ' αυτων εως ου ευρον ον ηγαπησεν η ψυχη μου εκρατησα αυτον και ουκ αφησω αυτον εως ου εισηγαγον αυτον εις οικον μητρος μου και εις ταμιειον της συλλαβουσης με
5
ωρκισα υμας θυγατερες ιερουσαλημ εν ταις δυναμεσιν και εν ταις ισχυσεσιν του αγρου εαν εγειρητε και εξεγειρητε την αγαπην εως αν θεληση
6
τις αυτη η αναβαινουσα απο της ερημου ως στελεχη καπνου τεθυμιαμενη σμυρναν και λιβανον απο παντων κονιορτων μυρεψου
7
ιδου η κλινη του σαλωμων εξηκοντα δυνατοι κυκλω αυτης απο δυνατων ισραηλ
8
παντες κατεχοντες ρομφαιαν δεδιδαγμενοι πολεμον ανηρ ρομφαια αυτου επι μηρον αυτου απο θαμβους εν νυξιν
9
φορειον εποιησεν εαυτω ο βασιλευς σαλωμων απο ξυλων του λιβανου
10
στυλους αυτου εποιησεν αργυριον και ανακλιτον αυτου χρυσεον επιβασις αυτου πορφυρα εντος αυτου λιθοστρωτον αγαπην απο θυγατερων ιερουσαλημ
11
εξελθατε και ιδετε εν τω βασιλει σαλωμων εν τω στεφανω ω εστεφανωσεν αυτον η μητηρ αυτου εν ημερα νυμφευσεως αυτου και εν ημερα ευφροσυνης καρδιας αυτου