1
ιδου ει καλη η πλησιον μου ιδου ει καλη οφθαλμοι σου περιστεραι εκτος της σιωπησεως σου τριχωμα σου ως αγελαι των αιγων αι απεκαλυφθησαν απο του γαλααδ
2
οδοντες σου ως αγελαι των κεκαρμενων αι ανεβησαν απο του λουτρου αι πασαι διδυμευουσαι και ατεκνουσα ουκ εστιν εν αυταις
3
ως σπαρτιον το κοκκινον χειλη σου και η λαλια σου ωραια ως λεπυρον της ροας μηλον σου εκτος της σιωπησεως σου
4
ως πυργος δαυιδ τραχηλος σου ο ωκοδομημενος εις θαλπιωθ χιλιοι θυρεοι κρεμανται επ' αυτον πασαι βολιδες των δυνατων
5
δυο μαστοι σου ως δυο νεβροι διδυμοι δορκαδος οι νεμομενοι εν κρινοις
6
εως ου διαπνευση η ημερα και κινηθωσιν αι σκιαι πορευσομαι εμαυτω προς το ορος της σμυρνης και προς τον βουνον του λιβανου
7
ολη καλη ει η πλησιον μου και μωμος ουκ εστιν εν σοι
8
δευρο απο λιβανου νυμφη δευρο απο λιβανου ελευση και διελευση απο αρχης πιστεως απο κεφαλης σανιρ και ερμων απο μανδρων λεοντων απο ορεων παρδαλεων
9
εκαρδιωσας ημας αδελφη μου νυμφη εκαρδιωσας ημας ενι απο οφθαλμων σου εν μια ενθεματι τραχηλων σου
10
τι εκαλλιωθησαν μαστοι σου αδελφη μου νυμφη τι εκαλλιωθησαν μαστοι σου απο οινου και οσμη ιματιων σου υπερ παντα τα αρωματα
11
κηριον αποσταζουσιν χειλη σου νυμφη μελι και γαλα υπο την γλωσσαν σου και οσμη ιματιων σου ως οσμη λιβανου
12
κηπος κεκλεισμενος αδελφη μου νυμφη κηπος κεκλεισμενος πηγη εσφραγισμενη
13
αποστολαι σου παραδεισος ροων μετα καρπου ακροδρυων κυπροι μετα ναρδων
14
ναρδος και κροκος καλαμος και κινναμωμον μετα παντων ξυλων του λιβανου σμυρνα αλωθ μετα παντων πρωτων μυρων
15
πηγη κηπων φρεαρ υδατος ζωντος και ροιζουντος απο του λιβανου
16
εξεγερθητι βορρα και ερχου νοτε διαπνευσον κηπον μου και ρευσατωσαν αρωματα μου καταβητω αδελφιδος μου εις κηπον αυτου και φαγετω καρπον ακροδρυων αυτου