1
εισηλθον εις κηπον μου αδελφη μου νυμφη ετρυγησα σμυρναν μου μετα αρωματων μου εφαγον αρτον μου μετα μελιτος μου επιον οινον μου μετα γαλακτος μου φαγετε πλησιοι και πιετε και μεθυσθητε αδελφοι
2
εγω καθευδω και η καρδια μου αγρυπνει φωνη αδελφιδου μου κρουει επι την θυραν ανοιξον μοι αδελφη μου η πλησιον μου περιστερα μου τελεια μου οτι η κεφαλη μου επλησθη δροσου και οι βοστρυχοι μου ψεκαδων νυκτος
3
εξεδυσαμην τον χιτωνα μου πως ενδυσωμαι αυτον ενιψαμην τους ποδας μου πως μολυνω αυτους
4
αδελφιδος μου απεστειλεν χειρα αυτου απο της οπης και η κοιλια μου εθροηθη επ' αυτον
5
ανεστην εγω ανοιξαι τω αδελφιδω μου χειρες μου εσταξαν σμυρναν δακτυλοι μου σμυρναν πληρη επι χειρας του κλειθρου
6
ηνοιξα εγω τω αδελφιδω μου αδελφιδος μου παρηλθεν ψυχη μου εξηλθεν εν λογω αυτου εζητησα αυτον και ουχ ευρον αυτον εκαλεσα αυτον και ουχ υπηκουσεν μου
7
ευροσαν με οι φυλακες οι κυκλουντες εν τη πολει επαταξαν με ετραυματισαν με ηραν το θεριστρον μου απ' εμου φυλακες των τειχεων
8
ωρκισα υμας θυγατερες ιερουσαλημ εν ταις δυναμεσιν και εν ταις ισχυσεσιν του αγρου εαν ευρητε τον αδελφιδον μου τι απαγγειλητε αυτω οτι τετρωμενη αγαπης ειμι εγω
9
τι αδελφιδος σου απο αδελφιδου η καλη εν γυναιξιν τι αδελφιδος σου απο αδελφιδου οτι ουτως ωρκισας ημας
10
αδελφιδος μου λευκος και πυρρος εκλελοχισμενος απο μυριαδων
11
κεφαλη αυτου χρυσιον και φαζ βοστρυχοι αυτου ελαται μελανες ως κοραξ
12
οφθαλμοι αυτου ως περιστεραι επι πληρωματα υδατων λελουσμεναι εν γαλακτι καθημεναι επι πληρωματα υδατων
13
σιαγονες αυτου ως φιαλαι του αρωματος φυουσαι μυρεψικα χειλη αυτου κρινα σταζοντα σμυρναν πληρη
14
χειρες αυτου τορευται χρυσαι πεπληρωμεναι θαρσις κοιλια αυτου πυξιον ελεφαντινον επι λιθου σαπφειρου
15
κνημαι αυτου στυλοι μαρμαρινοι τεθεμελιωμενοι επι βασεις χρυσας ειδος αυτου ως λιβανος εκλεκτος ως κεδροι
16
φαρυγξ αυτου γλυκασμοι και ολος επιθυμια ουτος αδελφιδος μου και ουτος πλησιον μου θυγατερες ιερουσαλημ