1
που απηλθεν ο αδελφιδος σου η καλη εν γυναιξιν που απεβλεψεν ο αδελφιδος σου και ζητησομεν αυτον μετα σου
2
αδελφιδος μου κατεβη εις κηπον αυτου εις φιαλας του αρωματος ποιμαινειν εν κηποις και συλλεγειν κρινα
3
εγω τω αδελφιδω μου και αδελφιδος μου εμοι ο ποιμαινων εν τοις κρινοις
4
καλη ει η πλησιον μου ως ευδοκια ωραια ως ιερουσαλημ θαμβος ως τεταγμεναι
5
αποστρεψον οφθαλμους σου απεναντιον μου οτι αυτοι ανεπτερωσαν με τριχωμα σου ως αγελαι των αιγων αι ανεφανησαν απο του γαλααδ
6
οδοντες σου ως αγελαι των κεκαρμενων αι ανεβησαν απο του λουτρου αι πασαι διδυμευουσαι και ατεκνουσα ουκ εστιν εν αυταις
7
ως σπαρτιον το κοκκινον χειλη σου και η λαλια σου ωραια ως λεπυρον της ροας μηλον σου εκτος της σιωπησεως σου
8
εξηκοντα εισιν βασιλισσαι και ογδοηκοντα παλλακαι και νεανιδες ων ουκ εστιν αριθμος
9
μια εστιν περιστερα μου τελεια μου μια εστιν τη μητρι αυτης εκλεκτη εστιν τη τεκουση αυτης ειδοσαν αυτην θυγατερες και μακαριουσιν αυτην βασιλισσαι και παλλακαι και αινεσουσιν αυτην
10
τις αυτη η εκκυπτουσα ωσει ορθρος καλη ως σεληνη εκλεκτη ως ο ηλιος θαμβος ως τεταγμεναι
11
εις κηπον καρυας κατεβην ιδειν εν γενημασιν του χειμαρρου ιδειν ει ηνθησεν η αμπελος εξηνθησαν αι ροαι εκει δωσω τους μαστους μου σοι
12
ουκ εγνω η ψυχη μου εθετο με αρματα αμιναδαβ