1
επιστρεφε επιστρεφε η σουλαμιτις επιστρεφε επιστρεφε και οψομεθα εν σοι τι οψεσθε εν τη σουλαμιτιδι η ερχομενη ως χοροι των παρεμβολων
2
τι ωραιωθησαν διαβηματα σου εν υποδημασιν θυγατερ ναδαβ ρυθμοι μηρων σου ομοιοι ορμισκοις εργω χειρων τεχνιτου
3
ομφαλος σου κρατηρ τορευτος μη υστερουμενος κραμα κοιλια σου θιμωνια σιτου πεφραγμενη εν κρινοις
4
δυο μαστοι σου ως δυο νεβροι διδυμοι δορκαδος
5
τραχηλος σου ως πυργος ελεφαντινος οφθαλμοι σου ως λιμναι εν εσεβων εν πυλαις θυγατρος πολλων μυκτηρ σου ως πυργος του λιβανου σκοπευων προσωπον δαμασκου
6
κεφαλη σου επι σε ως καρμηλος και πλοκιον κεφαλης σου ως πορφυρα βασιλευς δεδεμενος εν παραδρομαις
7
τι ωραιωθης και τι ηδυνθης αγαπη εν τρυφαις σου
8
τουτο μεγεθος σου ωμοιωθη τω φοινικι και οι μαστοι σου τοις βοτρυσιν
9
ειπα αναβησομαι εν τω φοινικι κρατησω των υψεων αυτου και εσονται δη μαστοι σου ως βοτρυες της αμπελου και οσμη ρινος σου ως μηλα
10
και λαρυγξ σου ως οινος ο αγαθος πορευομενος τω αδελφιδω μου εις ευθυθητα ικανουμενος χειλεσιν μου και οδουσιν
11
εγω τω αδελφιδω μου και επ' εμε η επιστροφη αυτου
12
ελθε αδελφιδε μου εξελθωμεν εις αγρον αυλισθωμεν εν κωμαις
13
ορθρισωμεν εις αμπελωνας ιδωμεν ει ηνθησεν η αμπελος ηνθησεν ο κυπρισμος ηνθησαν αι ροαι εκει δωσω τους μαστους μου σοι
14
οι μανδραγοραι εδωκαν οσμην και επι θυραις ημων παντα ακροδρυα νεα προς παλαια αδελφιδε μου ετηρησα σοι