1
ω η επιφανης και απολελυτρωμενη η πολις η περιστερα
2
ουκ εισηκουσεν φωνης ουκ εδεξατο παιδειαν επι τω κυριω ουκ επεποιθει και προς τον θεον αυτης ουκ ηγγισεν
3
οι αρχοντες αυτης εν αυτη ως λεοντες ωρυομενοι οι κριται αυτης ως λυκοι της αραβιας ουχ υπελιποντο εις το πρωι
4
οι προφηται αυτης πνευματοφοροι ανδρες καταφρονηται οι ιερεις αυτης βεβηλουσιν τα αγια και ασεβουσιν νομον
5
ο δε κυριος δικαιος εν μεσω αυτης και ου μη ποιηση αδικον πρωι πρωι δωσει κριμα αυτου εις φως και ουκ απεκρυβη και ουκ εγνω αδικιαν εν απαιτησει και ουκ εις νεικος αδικιαν
6
εν διαφθορα κατεσπασα υπερηφανους ηφανισθησαν γωνιαι αυτων εξερημωσω τας οδους αυτων το παραπαν του μη διοδευειν εξελιπον αι πολεις αυτων παρα το μηδενα υπαρχειν μηδε κατοικειν
7
ειπα πλην φοβεισθε με και δεξασθε παιδειαν και ου μη εξολεθρευθητε εξ οφθαλμων αυτης παντα οσα εξεδικησα επ' αυτην ετοιμαζου ορθρισον διεφθαρται πασα η επιφυλλις αυτων
8
δια τουτο υπομεινον με λεγει κυριος εις ημεραν αναστασεως μου εις μαρτυριον διοτι το κριμα μου εις συναγωγας εθνων του εισδεξασθαι βασιλεις του εκχεαι επ' αυτους πασαν οργην θυμου μου διοτι εν πυρι ζηλους μου καταναλωθησεται πασα η γη
9
οτι τοτε μεταστρεψω επι λαους γλωσσαν εις γενεαν αυτης του επικαλεισθαι παντας το ονομα κυριου του δουλευειν αυτω υπο ζυγον ενα
10
εκ περατων ποταμων αιθιοπιας οισουσιν θυσιας μοι
11
εν τη ημερα εκεινη ου μη καταισχυνθης εκ παντων των επιτηδευματων σου ων ησεβησας εις εμε οτι τοτε περιελω απο σου τα φαυλισματα της υβρεως σου και ουκετι μη προσθης του μεγαλαυχησαι επι το ορος το αγιον μου
12
και υπολειψομαι εν σοι λαον πραυν και ταπεινον και ευλαβηθησονται απο του ονοματος κυριου
13
οι καταλοιποι του ισραηλ και ου ποιησουσιν αδικιαν και ου λαλησουσιν ματαια και ου μη ευρεθη εν τω στοματι αυτων γλωσσα δολια διοτι αυτοι νεμησονται και κοιτασθησονται και ουκ εσται ο εκφοβων αυτους
14
χαιρε σφοδρα θυγατερ σιων κηρυσσε θυγατερ ιερουσαλημ ευφραινου και κατατερπου εξ ολης της καρδιας σου θυγατερ ιερουσαλημ
15
περιειλεν κυριος τα αδικηματα σου λελυτρωται σε εκ χειρος εχθρων σου βασιλευς ισραηλ κυριος εν μεσω σου ουκ οψη κακα ουκετι
16
εν τω καιρω εκεινω ερει κυριος τη ιερουσαλημ θαρσει σιων μη παρεισθωσαν αι χειρες σου
17
κυριος ο θεος σου εν σοι δυνατος σωσει σε επαξει επι σε ευφροσυνην και καινιει σε εν τη αγαπησει αυτου και ευφρανθησεται επι σε εν τερψει ως εν ημερα εορτης
18
και συναξω τους συντετριμμενους ουαι τις ελαβεν επ' αυτην ονειδισμον
19
ιδου εγω ποιω εν σοι ενεκεν σου εν τω καιρω εκεινω λεγει κυριος και σωσω την εκπεπιεσμενην και την απωσμενην εισδεξομαι και θησομαι αυτους εις καυχημα και ονομαστους εν παση τη γη
20
και καταισχυνθησονται εν τω καιρω εκεινω οταν καλως υμιν ποιησω και εν τω καιρω οταν εισδεξωμαι υμας διοτι δωσω υμας ονομαστους και εις καυχημα εν πασιν τοις λαοις της γης εν τω επιστρεφειν με την αιχμαλωσιαν υμων ενωπιον υμων λεγει κυριος .